Κυριακή 29 Οκτωβρίου 2017

ΟΛΟΚΛΗΡΗ Η ΠΡΟΦΗΤΕΙΑ ΤΟΥ ΑΓΙΟΥ ΜΕΘΟΔΙΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΠΑΤΑΡΩΝ



ΘΕΩΡΙΑ ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΩΝ ΗΜΩΝ ΜΕΘΟΔΙΟΥ, ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΠΑΤΑΡΩΝ, ΠΕΡΙ ΤΩΝ ΜΕΛΛΟΝΤΩΝ ΓΕΝΕΣΘΑΙ (ήκμαζε κατά τον τέταρτον αιώνα).

Ἐν ταῖς ἐσχάταις ἡμέραις τοῦ ἑβδόμου αἰῶνος ἐπαναστατήσονται οἱ Ἀγαρηνοὶ καὶ περικυκλώσουσι τὰ τείχη τῆς Πόλεως Βυζαντίου, καὶ συναχθήσονται πάντα τὰ έθνη ἐν αὐτῇ καὶ επτάλοφος στρέψει τὸ πρόσωπον αὐτῆς ἐπὶ τὴν δύσιν τοῦ ἡλίου· καὶ οὐαὶ σοὶ επτάλοφε, ἐκ τῆς τοιαύτης ὀργῆς, ὅταν κυκλωθής ὑπὸ στρατοπέδου πολλοῦ καὶ κυριευθής ὡς διὰ μικροῦ πράγματος, καὶ τὰ ὡραῖα σου τείχη πεσοῦνται ὡσεὶ καλιά, καὶ πατήσει τὸ μειράκιον ἐπὶ σὲ χαλινῶ, τὸ σκῆπτρον θήσει, καὶ ἐν αὐτῷ οὐ μένει, καὶ βάλη τᾶς χεῖρας αὐτοῦ εἰς τὰ Ἅγια τοῦ Θεοῦ θυσιαστήρια· καὶ τὰ άγια ἀποκρούσουσι καὶ τρώσουσι τοὺς υἱοὺς τῆς ἀπωλείας· καὶ μετὰ ταῦτα ἐγερθήσεται ὁ ὄφις ὁ κοιμώμενος, καὶ πατάξει τὸν κόρακα, καὶ τὸ διάδημα αὐτοῦ, ἀνακολπωσάμενος,
καὶ μεγαλυνθήσεται τὸ ὄνομα αὐτοῦ, πρὸς μικρόν· οἱ δὲ υἱοὶ τῆς ἀπωλείας στηρίξαντες δώσι τὰ πρόσωπα αὐτῶν ἐπὶ τὴν δύσιν τοῦ ἡλίου· καὶ οὕτω δώσει ὁ ὄφις ὁ κοιμώμενος θάνατον ὅσιον, καὶ κρατήσει ἐπὶ την επταλόφον τὸ Ξανθὸν γένος, ἔξ ἢ πέντε, καὶ φυτευθήσονται ἐν αὐτῇ λάχανα, καὶ φάγονται ἐξ αὐτῶν πολλοὶ εἰς ἐκδίκησιν τῶν αγίων· κρατήσουσι δὲ ἐπὶ τὴν ἀνατολὴν προνοητὲς τρεῖς, καὶ δύσει (ο δεῖνα) ὁ προφητεύων, καὶ μετὰ τοῦτον ἐγερθήσεται αὐτόνομος, καὶ μετὰ τοῦτον ἕτερος λύκος ἀγριώδης· καὶ δείρωσι τοὺς Ἰσμαηλίτες, καὶ διώξουσιν αὐτοὺς ἕως Κολωνίας, καὶ ταραχθήσονται καὶ τὰ καθήμενα  Ἔθνη ἄτινα εἰσὶν ἐπὶ τὰ βόρεια μέρη, κινήσουσι μετὰ μεγάλης βίας καὶ δριμύτητος θυμοῦ, καὶ χωρισθήσονται εἰς τέσσαρας ἀρχάς, καὶ ἡ μὲν πρώτη χειμάσει εἰς Ἔφεσον, ἡ δὲ δευτέρα εἰς τὰ Μελάγια, ἡ τρίτη ἐν Ἀκροκάμπῳ, ἠγοῦν εἰς τὴν Πέργαμον, καὶ ἡ τετάρτη εἰς Βιθυνίαν· καὶ σωρεύσουσι ξύλα πολλά, καὶ καταπατήσουσιν αὐτῆς τὰ ὅρια·
τότε ταραχθήσονται τὰ ἔθνη καθήμενα ἐπὶ νότου γωνίας, καὶ ἐγερθήσεται ὁ μέγας Φίλιππος μετὰ γλωσσῶν δέκα οκτώ καί συναχθήσονται ἐν τῇ επταλόφω, καὶ συγκροτήσουσι πόλεμον οἷς οὐ γέγονε πώποτε· καὶ δραμούσιν εἰς τὰς ἐμβολᾶς καὶ εἰς τὰς ρυμᾶς τῆς επταλόφου, καὶ ὁ φόνος τῶν ἀνθρώπων ὡς ποταμὸς κινήσει, καὶ θολωθήσεται ἡ θάλασσα ἐκ τοῦ αἵματος έως τὰ βάθη τῆς ἀβύσου.
Τότε ὁ βοὺς βοήσει καὶ ἡ ξηρόλαφος θρηνήσει, καὶ τότε σταθώσιν οἱ ἵπποι, καὶ φωνὴ ἐξ οὐρανοῦ κράξει, στῶμεν, στῶμεν, εἰρήνη ὑμὶν· ἀρκεῖ ἡ ἐκδίκησις αὔτη ἐπὶ τοὺς ἀπειθεῖς καὶ ἀνηκόους, καὶ ἀπέλθετε ἐπὶ τὰ δεξιὰ μέρη τῆς επταλόφου καὶ ἐκεῖ εὐρήσεται ἄνθρωπον ἐπὶ δυὸ κίονας ἱστάμενον ἐν κατηφείῳ πολλή, (ἔσται δὲ λαμπρὸς τὸ εἶδος, δίκαιος, ἐλεήμων, φορῶν πενιχρά, τῇ ὄψει αὐστηρὸς καὶ τῇ γνώμη πρᾶος·) ἔχοντα ἐπὶ τὸν δεξιὸν αὐτοῦ πόδα καλάμου ήλον· καὶ φωνὴ ὑπὸ τοῦ ἀγγέλου κηρυχθήσεται, στήσατε αὐτὸν βασιλέα, καὶ δώσουσιν αὐτῶ εἰς τὴν  δεξιὰν χεῖρα ρομφαῖαν, λέγοντες αυτώ· ανδρίζου, Ιωάννη, και ίσχυε, και νίκα τους εχθρούς σου· και επάρας την ρομφαίνα παράτοῦ Αγγέλου, πατάξει τοὺς Ἰσμαηλίτας Αἰθίοπας, καὶ πᾶσαν γενεὰν ἄπιστον.
Τοὺς δὲ Ἰσμαηλίτας μερίσει εἰς τρία μέρη· καὶ τὴν μὲν πρώτη ἐν ρομφαῖᾳ, τὴν δὲ δευτέραν βαπτίσει, τὴν τρίτη καταδουλώσεται ἐν τῇ ανατολὴ· καὶ ἐν τῷ ὑποστρέφεσθαι αὐτόν, ἀνοιχθήσονται οἱ θησαυροὶ τῆς γῆς, καὶ πάντες πλουτήσωσι, καὶ οὐδεὶς ἐξ αὐτῶν πένης, καὶ ἡ γῆ ἀποδώσει τὸν καρπὸν αὐτῆς ἐκατονταπλασίονα· τὰ δὲ ὄπλα τὰ πολεμικὰ γενήσονται εἰς ἄροτρα καὶ δρέπανα· καὶ βασιλεύσει ἔτη τριάκοντα πέντε, καὶ μετὰ τὴν τελευτὴν αὐτοῦ, βασιλεύσει ἔτη δώδεκα· καὶ οὗτος προεῖδε τὸν θάνατον αὐτοῦ, καὶ οὗτος πορεύσεται εἰς Ἱεροσόλυμα, καὶ παραδώσει τὴν βασιλείαν αὐτοῦ τῷ Θεῷ·
καὶ ἔκτοτε βασιλεύουσιν οἱ τέσσαρες υιοί αὐτοῦ· καὶ ὁ μὲν πρῶτος βασιλεύσει ἐν τῇ Ρώμη, ὁ δεύτερος ἐν Ἀλεξανδρείᾳ, ὁ τρίτος ἐν Θεσσαλονίκη, καὶ ὁ τέταρτος ἐν επτάλοφῳ. Οὗτοι ἀλληλομαχήσαντες, στρατοπεδεύσουσιν ἐπ' ἀλλήλους· καὶ τοὺς ἱερεῖς καὶ μοναχοὺς στρατοπεδεύσουσι, καὶ οὐδεὶς ἐξ αὐτῶν σωθήσεται· καὶ ἐν τῷ μὴ εἶναι ἄνδρα δίκαιον, βασιλεύσει γύναιον μιαρὸν καὶ ἀναίσχυντον ἐν τῇ επτάλοφω· καὶ αὐτὴ μιανεῖ τὰ ἅγια τοῦ Θεοῦ θυσιαστήρια, καὶ αὔτη σταθεῖσα ἐν μέσω τῆς επταλόφου, κηρύξει φωνὴ μεγάλη, λέγουσα· τὶς Θεὸς πλὴν ἐμοῦ; καὶ τὶς ὁ ἀνθιστάμενος ἐν τὴ ἐμὴ βασιλεία; καὶ εὐθὺς σεισθήσεται ἡ επτάλοφος, καὶ καταποντισθήσεται σύμψυχος ἐν βυθώ ἀπωλείας, καὶ μόνος οξηρόλοφος έσται φαινόμενος, και τα διαβαίνοντα πλοία μέλλουσι θρηνεὶν τὴν επτάλοφον·
καὶ οὗτος βασιλεύσει ἐν Θεσσαλονίκῃ ἕτερος ἐπὶ χρόνου μικροῦ· εἴτα καταποντισθήσεται καὶ ἡ Σμύρνη καὶ ἡ Κύπρος ἀπὸ ἀνεμοστροβίλου θαλάσσης, καὶ τότε βασιλεύσει ὁ αντίχριστος, καὶ πράξει κατὰ φαντασίαν φοβερὰ καὶ ἐξαίσια πράγματα, ὥστε, εἰ δυνατὸν καὶ τοὺς ἐκλεκτοὺς πλανήσει, καθ' ἄ φησι Κύριος· μέλλει γὰρ γεννηθήναι ἐξ' Ἑβραίων, φυλῆς Δᾶν, ἐκ μιαρᾶς παρθένου ἄνθρωπος, ἐνδεδυμένος καθάπερ ὁ Διάβολος, καὶ τὸ μὲν πρῶτον δείξει πραότητα, ταπείνωσιν εἰς τὸν κόσμον, καὶ ὑπόκρισιβ δείξει εἰς τοὺς  ἀνθρώπους,  καὶ  τότε  μέλλει  ὑπό  τοῦ  πλήθους  ἀγαπηθήναι,  καὶ  ἀναγορευθεῖς βασιλεὺς ποιήσει ἐξαίσια ἔργα· ἀγαπήσει δὲ πρώτον τοὺς Ἰουδαίους, καὶ τὸν κατεστραμμένον ναὸν ἀνοικοδομήσει· καὶ γενήσονται λοιμοὶ καὶ λιμοί, καταποντισμοὶ κατὰ τόπους· τά ὕδατα ἀποφράξουσιν· ὁ οὐρανὸς οὗ δώσει τὴν δρόσον αὐτοῦ ἐπὶ τὴν γῆν· καὶ κρατήσει ὁ τρισκατάρατος οὗτος δαίμων ἔτη τρία καὶ μῆνας ἔξ· τότε κολοβωθήσονται αἱ ἡμέραι, καὶ ὁ χρόνος ὡς μὴν διαβήσεται, καὶ ὁ μὴν ὡς ἑβδομάς, και ηυ εβδομάς ὡς μία ἡμέρα καὶ ἡ ἡμέρα ὡς ὥρα. Μετὰ οὒν τὴν συμπλήρωσιν, βρέξει ὁ Θεὸς πῦρ ἐπὶ τὴν γῆν, καὶ ἡ γῆ κατακαήσεται πήχεις τριάκοντα· τότε βοήσει ἡ γῆ πρὸς Κύριον, καὶ δημιουργὸν αὐτῆς λέγουσα· Παρθένος εἰμί, Κύριε, ἐνώπιόν σου, καὶ οὐκ ἔστιν ἐν ἐμοὶ ἁμαρτία· τότε οἱ οὐρανοὶ ὡς βιβλίον ἔσονται, καὶ οἱ ἄγγελοι τοῦ Θεοῦ σαλπίσουσι τάς ἑαυτῶν σάλπιγγας, καὶ οἱ ἀπ' αἰῶνος δίκαιοι ἀναστήσονται, καὶ σταθήσονται ἐκ δεξιῶν του υψίστου, οἱ δὲ ἁμαρτωλοὶ ἐξ εὐωνύμων, καὶ οἱ μὲν δίκαιοι ἀπελεύσονται εἰς τὸν Παράδεισον, οἱ δὲ ἁμαρτωλοὶ εἰς τὴν κόλασιν, καὶ πρὸς τὸν Βύθιον δράκοντα ἐν βυθῷ Ταρτάρου, ἵνα σὺν τοῖς ὑπουργοῖς αὐτοῦ αὐτὸν προσκυνώσι, καὶ βασιλέα αὐτὸν ἐπιγράψαντες, κολάζωνται αἰωνίως.
 Ἠμᾶς δὲ πάντας γένοιτο ἐπιτυχεῖν τῆς Χριστοῦ βασιλείας, προσκυνεὶν δὲ Πατέρα, Υἱὸν καὶ Πνεῦμα Ἅγιον, τὴν μίαν θεότητα καὶ βασιλείαν ἐν Χριστῷ τῷ Κυρίῳ ἠμῶν· ὧ ἡ δόξα εἰς τοὺς αἰῶνες τῶν αἰώνων,
Ἀμήν.


ΠΗΓΗ: ΕΚΔΟΣΙΣ ΕΠΙΣΚΟΠΟΥ ΜΕΣΣΗΝΙΑΣ ΓΡΗΓΟΡΙΟΥ, ΕΚΚΛΗΣΙΑΣ ΓΟΧ ΕΛΛΑΔΟΣ, ΚΑΛΑΜΑΤΑ, ΣΚΗΤΗ ΠΑΝΑΓΟΥΛΑΚΗ, 1974, σ.σ. 45-51.